Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 29.46 Dem. 29.48 (English) >>Dem. 29.51

29.47εἰ μὲν τοίνυν πατὴρ ἠπίστει τούτοις, δῆλον ὅτι οὔτʼ ἂν τἄλλʼ ἐπέτρεπεν, οὔτʼ ἂν ἐκεῖνʼ οὕτω καταλείπων αὐτοῖς ἔφραζεν· ὥστε πόθεν ἴσασιν; εἰ δʼ ἐπίστευεν, οὐκ ἂν δήπου τὰ μὲν πλεῖστʼ αὐτοῖς τῶν χρημάτων ἐνεχείρισεν, τῶν δʼ οὐκ ἂν κυρίους ἐποίησεν. οὐδʼ ἂν τῇ μὲν μητρί μου ταῦτα φυλάττειν παρέδωκεν, αὐτὴν δὲ ταύτην ἑνὶ τῶν ἐπιτρόπων τούτῳ γυναῖκʼ ἠγγύησεν· οὐ γὰρ ἔχει λόγον, σῷσαι μὲν τὰ χρήματα διʼ ἐκείνης ζητεῖν, ἕνα δὲ τῶν ἀπιστουμένων ταύτης κἀκείνων κύριον ποιεῖν. 29.48ἔτι δὲ τοῦτον, εἴ τι τούτων ἀληθὲς ἦν, οἴεσθʼ οὐκ ἂν αὐτὴν λαβεῖν δοθεῖσαν ὑπὸ τοῦ πατρός; ὃς τὴν μὲν προῖκʼ αὐτῆς ἤδη, τὰς ὀγδοήκοντα μνᾶς, ἔχων ὡς αὐτῇ συνοικήσων, τὴν Φιλωνίδου τοῦ Μελιτέως θυγατέρʼ ἔγημεν διʼ αἰσχροκερδίαν, ἵνα πρὸς αἷς εἶχεν παρʼ ἡμῶν, ἑτέρας ὀγδοήκοντα μνᾶς λάβοι παρʼ ἐκείνου· τεττάρων δὲ ταλάντων ἔνδον ὄντων καὶ ταῦτʼ ἐκείνης ἐχούσης, ὡς οὗτός φησιν, οὐκ ἂν ἡγεῖσθʼ αὐτὸν κἂν ἐπιδραμεῖν, ὥστε γενέσθαι μετʼ ἐκείνης αὐτῶν κύριον; 29.49 τὴν μὲν φανερὰν οὐσίαν, ἣν καὶ ὑμῶν πολλοὶ συνῄδεσαν ὅτι κατελείφθη, μετὰ τῶν συνεπιτρόπων οὕτως αἰσχρῶς διήρπασεν, ὧν δʼ οὐκ ἐμέλλεθʼ ὑμεῖς ἔσεσθαι μάρτυρες, ἀπέσχετʼ ἂν ἐξὸν αὐτῷ λαβεῖν; καὶ τίς ἂν πιστεύσειεν; οὐκ ἔστι ταῦτʼ, ἄνδρες δικασταί, οὐκ ἔστιν· ἀλλὰ τὰ μὲν χρήματα, ὅσα κατέλιπεν πατήρ, ἐκείνῃ τῇ ἡμέρᾳ κατωρύττετο, ὅτʼ εἰς τὰς τούτων χεῖρας ἦλθεν, οὗτος δʼ οὐκ ἔχων ἂν εἰπεῖν ὅπου τι τούτων ἀπέδωκεν, ἵνʼ εὔπορος εἶναι δοκῶν μηδενὸς τύχω παρʼ ὑμῶν ἐλέου, τούτοις χρῆται τοῖς λόγοις.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 29.46 Dem. 29.48 (English) >>Dem. 29.51

Powered by PhiloLogic